Today’s meditation
Book I · 6Marcus Aurelius, Meditations, Book I, section 6. Greek original · Leopold / Perseus.Παρὰ Διογνήτου τὸ ἀκενόσπουδον· καὶ τὸ ἀπιστητικὸν τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν καὶ περὶ δαιμόνων ἀποπομπῆς καὶ τῶν τοιούτων λεγομένοις· καὶ τὸ μὴ ὀρτυγοτροφεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι· καὶ τὸ ἀνέχεσθαι παρρησίας· καὶ τὸ οἰκειωθῆναι φιλοσοφίᾳ καὶ τὸ ἀκοῦσαι πρῶτον μὲν Βακχείου, εἶτα Τανδάσιδος καὶ Μαρκιανοῦ· καὶ τὸ γράψαι διαλόγους ἐν παιδί· καὶ τὸ σκίμποδος καὶ δορᾶς ἐπιθυμῆσαι καὶ ὅσα τοιαῦτα τῆς Ἑλληνικῆς ἀγωγῆς ἐχόμενα.
Ἀδικεῖ πολλάκις ὁ μὴ ποιῶν τι, οὐ μόνον ὁ ποιῶν τι.
Read meditationἈρκεῖ ἡ παροῦσα ὑπόληψις καταληπτικὴ καὶ ἡ παροῦσα πρᾶξις κοινωνικὴ καὶ ἡ παροῦσα διάθεσις εὐαρεστικὴ πρὸς πᾶν τὸ παρὰ τῆς ἐκτὸς αἰτίας συμβαῖνον.
Read meditationἘξαλεῖψαι φαντασίαν· στῆσαι ὁρμήν· σβέσαι ὄρεξιν· ἐφ’ ἑαυτῷ ἔχειν τὸ ἡγεμονικόν.
Read meditationΕἰς μὲν τὰ ἄλογα ζῷα μία ψυχὴ διῄρηται, εἰς δὲ τὰ λογικὰ μία νοερὰ ψυχὴ μεμέρισται, ὥσπερ καὶ μία γῆ ἐστιν ἁπάντων τῶν γεωδῶν καὶ ἑνὶ φωτὶ ὁρῶμεν καὶ ἕνα ἀέρα ἀναπνέομεν, ὅσα ὁρατικὰ καὶ ἔμψυχα.
Read meditationΠάντα ὅσα κοινοῦ τινος μετέχει πρὸς τὸ ὁμογενὲς σπεύδει. τὸ γεῶδες πᾶν ῥέπει ἐπὶ γῆν· τὸ ὑγρὸν πᾶν σύρρουν· τὸ ἀερῶδες ὁμοίως, ὥστε χρῄζειν τῶν διειργόντων καὶ βίας· τὸ πῦρ ἀνωφερὲς μὲν διὰ τὸ στοιχειῶδες πῦρ, παντὶ δὲ πυρὶ ἐνταῦθα πρὸς τὸ συνεξάπτεσθαι ἕτοιμον οὕτως, ὥστε καὶ πᾶν τὸ ὑλικὸν τὸ…
Read meditationΦέρει καρπὸν καὶ ἄνθρωπος καὶ θεὸς καὶ ὁ κόσμος· ἐν ταῖς οἰκείαις ὥραις ἕκαστα φέρει. εἰ δὲ ἡ συνήθεια κυρίως τέτριφεν ἐπὶ ἀμπέλου καὶ τῶν ὁμοίων, οὐδὲν τοῦτο. ὁ λόγος δὲ καὶ κοινὸν καὶ ἴδιον καρπὸν ἔχει καὶ γίνεται ἐξ αὐτοῦ τοιαῦθ’ ἕτερα, ὁποῖόν τι αὐτός ἐστιν ὁ λόγος.
Read meditationΕἰ μὲν δύνασαι, μεταδίδασκε· εἰ δὲ μή, μέμνησο ὅτι πρὸς τοῦτο ἡ εὐμένειά σοι δέδοται. καὶ οἱ θεοὶ δὲ εὐμενεῖς τοῖς τοιούτοις εἰσίν, εἰς ἔνια δὲ καὶ συνεργοῦσιν, εἰς ὑγίειαν, εἰς πλοῦτον, εἰς δόξαν· οὕτως εἰσὶ χρηστοί. ἔξεστι δὲ καὶ σοί· ἢ εἰπέ, τίς ὁ κωλύων;
Read meditationΠόνει μὴ ὡς ἄθλιος μηδὲ ὡς ἐλεεῖσθαι ἢ θαυμάζεσθαι θέλων, ἀλλὰ μόνον ἓν θέλε· κινεῖσθαι καὶ ἴσχεσθαι, ὡς ὁ πολιτικὸς λόγος ἀξιοῖ.
Read meditationΣήμερον ἐξῆλθον πάσης περιστάσεως, μᾶλλον δὲ ἐξέβαλον πᾶσαν περίστασιν· ἔξω γὰρ οὐκ ἦν, ἀλλὰ ἔνδον ἐν ταῖς ὑπολήψεσιν.
Read meditationΠάντα ταῦτα συνήθη μὲν τῇ πείρᾳ, ἐφήμερα δὲ τῷ χρόνῳ, ῥυπαρὰ δὲ τῇ ὕλῃ· πάντα νῦν οἷα ἐπ’ ἐκείνων οὓς κατεθάψαμεν.
Read meditationΤὰ πράγματα ἔξω θυρῶν ἕστηκεν αὐτὰ ἐφ’ ἑαυτῶν, μηδὲν μήτε εἰδότα περὶ αὑτῶν μήτε ἀποφαινόμενα. τί οὖν ἀποφαίνεται περὶ αὐτῶν; τὸ ἡγεμονικόν.
Read meditationΟὐκ ἐν πείσει ἀλλ’ ἐνεργείᾳ τὸ τοῦ λογικοῦ ⟨καὶ⟩ πολιτικοῦ ζῴου κακὸν καὶ ἀγαθόν, ὥσπερ οὐδὲ ἡ ἀρετὴ καὶ κακία αὐτοῦ ἐν πείσει ἀλλὰ ἐνεργείᾳ.
Read meditationΤῷ ἀναρριφέντι λίθῳ οὐδὲν κακὸν τὸ κατενεχθῆναι οὐδὲ ἀγαθὸν τὸ ἀνενεχθῆναι.
Read meditationΔίελθε ἔσω ἔσω εἰς τὰ ἡγεμονικὰ αὐτῶν καὶ ὄψει τίνας κριτὰς φοβῇ, οἵους καὶ περὶ αὑτῶν ὄντας κριτάς.
Read meditationΠάντα ἐν μεταβολῇ· καὶ αὐτὸς σὺ ἐν διηνεκεῖ ἀλλοιώσει καὶ κατά τι φθορᾷ, καὶ ὁ κόσμος δὲ ὅλος.
Read meditationΤὸ ἄλλου ἁμάρτημα ἐκεῖ δεῖ καταλιπεῖν.
Read meditationἘνεργείας ἀπόληξις, ὁρμῆς, ὑπολήψεως παῦλα καὶ οἷον θάνατος· οὐδὲν κακόν.…
Read meditationΤρέχε ἐπὶ τὸ σεαυτοῦ ἡγεμονικὸν καὶ τὸ τοῦ ὅλου καὶ τὸ τούτου. τὸ μὲν σεαυτοῦ, ἵνα νοῦν δικαικὸν αὐτὸ ποιήσῃς· τὸ δὲ τοῦ ὅλου, ἵνα συμμνημονεύσῃς τίνος μέρος εἶ· τὸ δὲ τούτου, ἵνα ἐπιστήσῃς πότερον ἄγνοια ἢ γνώμη, καὶ ἅμα λογίσῃ ὅτι συγγενές.
Read meditationὭσπερ αὐτὸς σὺ πολιτικοῦ συστήματος συμπληρωτικὸς εἶ, οὕτως καὶ πᾶσα πρᾶξίς σου συμπληρωτικὴ ἔστω ζωῆς πολιτικῆς.…
Read meditationΠαιδίων ὀργαὶ καὶ παίγνια, καὶ ʽπνευμάτια νεκροὺς βαστάζονταʼ, ὥστε ἐναργέστερον προσπεσεῖν τὸ τῆς Νεκυίας.
Read meditationἼθι ἐπὶ τὴν ποιότητα τοῦ αἰτίου καὶ ἀπὸ τοῦ ὑλικοῦ αὐτὸ περιγράψας θέασαι· εἶτα καὶ τὸν χρόνον περιόρισον, ὅσον πλεῖστον ὑφίστασθαι πέφυκε τοῦτο τὸ ἰδίως ποιόν.
Read meditationἈνέτλης μύρια διὰ τὸ μὴ ἀρκεῖσθαι τῷ σῷ ἡγεμονικῷ ποιοῦντι ταῦτα, οἷα κατεσκεύασται. ἀλλὰ ἅλις.
Read meditationὍταν ἄλλος ψέγῃ σε ἢ μισῇ ἢ τοιαῦτά τινα ἐκφωνῶσιν, ἔρχου ἐπὶ τὰ ψυχάρια αὐτῶν, δίελθε ἔσω καὶ ἴδε ποῖοί τινές εἰσιν. ὄψει ὅτι οὐ δεῖ σε σπᾶσθαι, ἵνα τούτοις τί ποτε περὶ σοῦ δοκῇ.…
Read meditationΤαὐτά ἐστι τὰ τοῦ κόσμου ἐγκύκλια, ἄνω κάτω, ἐξ αἰῶνος εἰς αἰῶνα. καὶ ἤτοι ἐφ’ ἕκαστον ὁρμᾷ ἡ τοῦ ὅλου διάνοια· ὅπερ εἰ ἔστιν, ἀποδέχου τὸ ἐκείνης ὁρμητόν· ἢ ἅπαξ ὥρμησε, τὰ δὲ λοιπὰ κατ’ ἐπακολούθησιν καὶ τί ἐντείνῃ; τρόπον γάρ τινα ἄτομοι ἢ ἀμερῆ.…
Read meditation Previous passagesShow more360 / 487