Today’s meditation
Book I · 6Marcus Aurelius, Meditations, Book I, section 6. Greek original · Leopold / Perseus.Παρὰ Διογνήτου τὸ ἀκενόσπουδον· καὶ τὸ ἀπιστητικὸν τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν καὶ περὶ δαιμόνων ἀποπομπῆς καὶ τῶν τοιούτων λεγομένοις· καὶ τὸ μὴ ὀρτυγοτροφεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι· καὶ τὸ ἀνέχεσθαι παρρησίας· καὶ τὸ οἰκειωθῆναι φιλοσοφίᾳ καὶ τὸ ἀκοῦσαι πρῶτον μὲν Βακχείου, εἶτα Τανδάσιδος καὶ Μαρκιανοῦ· καὶ τὸ γράψαι διαλόγους ἐν παιδί· καὶ τὸ σκίμποδος καὶ δορᾶς ἐπιθυμῆσαι καὶ ὅσα τοιαῦτα τῆς Ἑλληνικῆς ἀγωγῆς ἐχόμενα.
ʽὯι μὴ εἶς καὶ ὁ αὐτός ἐστιν ἀεὶ τοῦ βίου σκοπός, οὗτος εἷς καὶ ὁ αὐτὸς δι’ ὅλου τοῦ βίου εἶναι οὐ δύναται.ʼ οὐκ ἀρκεῖ τὸ εἰρημένον, ἐὰν μὴ κἀκεῖνο προσθῇς, ὁποῖον εἶναι δεῖ τοῦτον τὸν σκοπόν.…
Read meditationΤὸν μῦν τὸν ὀρεινὸν καὶ τὸν κατοικίδιον καὶ τὴν πτοίαν τούτου καὶ διασόβησιν.
Read meditationΣωκράτης καὶ τὰ τῶν πολλῶν δόγματα Λαμίας ἐκάλει, παιδίων δείματα.
Read meditationΛακεδαιμόνιοι τοῖς μὲν ξένοις ἐν ταῖς θεωρίαις ὑπὸ τῇ σκιᾷ τὰ βάθρα ἐτίθεσαν, αὐτοὶ δὲ οὗ ἔτυχεν, ἐκαθέζοντο.
Read meditationΤῷ Περδίκκᾳ ὁ Σωκράτης περὶ τοῦ μὴ ἔρχεσθαι παρ’ αὐτόν· ʽἵνα, ἔφη, μὴ τῷ κακίστῳ ὀλέθρῳ ἀπόλωμαι,ʼ τουτέστι, μὴ εὖ παθῶν οὐ δυνηθῶ ἀντευποιῆσαι.
Read meditationἘν τοῖς τῶν Ἐπικουρείων γράμμασι παράγγελμα ἔκειτο συνεχῶς ὑπομιμνῄσκεσθαι τῶν παλαιῶν τινος τῶν ἀρετῇ χρησαμένων.
Read meditationΟἱ Πυθαγόρειοι· ἕωθεν εἰς τὸν οὐρανὸν ἀφορᾶν, ἵν’ ὑπομιμνῃσκώμεθα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὸ ἑαυτῶν ἔργον διανυόντων καὶ τῆς τάξεως καὶ τῆς καθαρότητος καὶ τῆς γυμνότητος· οὐδὲν γὰρ προκάλυμμα ἄστρου.
Read meditationΟἷος ὁ Σωκράτης τὸ κῴδιον ὑπεζωσμένος, ὅτε ἡ Ξανθίππη λαβοῦσα τὸ ἱμάτιον ἔξω προῆλθε, καὶ ἃ εἶπεν ὁ Σωκράτης τοῖς ἑταίροις αἰδεσθεῖσι καὶ ἀναχωρήσασιν, ὅτε αὐτὸν εἶδον οὕτως ἐσταλμένον.
Read meditationἘν τῷ γράφειν καὶ ἀναγινώσκειν οὐ πρότερον ἄρξεις πρὶν ἀρχθῇς. τοῦτο πολλῷ μᾶλλον ἐν τῷ βίῳ.
Read meditationΔοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.
Read meditationἘμὸν δ’ ἐγέλασσε φίλον κῆρ.
Read meditationΜέμψονται δ’ ἀρετὴν χαλεποῖς βάζοντες ἔπεσσιν.
Read meditationΣῦκον χειμῶνος ζητεῖν μαινομένου· τοιοῦτος ὁ τὸ παιδίον ζητῶν, ὅτε οὐκέτι δίδοται.
Read meditationΚαταφιλοῦντα τὸ παιδίον δεῖ, ἔλεγεν ὁ Ἐπίκτητος, ἔνδον ἐπιφθέγγεσθαι· αὔριον ἴσως ἀποθανῇ.—δύσφημα ταῦτα.—οὐδὲν δύσφημον, ἔφη, φυσικοῦ τινος ἔργου σημαντικόν· ἢ καὶ τὸ τοὺς στάχυας θερισθῆναι δύσφημον.
Read meditationὌμφαξ, σταφυλή, σταφίς, πάντα μεταβολαί, οὐκ εἰς τὸ μὴ ὄν, ἀλλὰ εἰς τὸ νῦν μὴ ὄν.
Read meditationΛῃστὴς προαιρέσεως οὐ γίνεται· τὸ τοῦ Ἐπικτήτου.
Read meditationΤέχνην, ἔφη, δεῖ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷ περὶ τὰς ὁρμὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθ’ ὑπεξαιρέσεως, ἵνα κοινωνικαί, ἵνα κατ’ ἀξίαν, καὶ ὀρέξεως μὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς μηδὲν τῶν οὐκ ἐφ’ ἡμῖν χρῆσθαι.
Read meditationΟὐ περὶ τοῦ τυχόντος οὖν, ἔφη, ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ μαίνεσθαι ἢ μή.
Read meditationὉ Σωκράτης ἔλεγε· τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων;—λογικῶν.—τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων;—ὑγιῶν.—τί οὖν οὐ ζητεῖτε;—ὅτι ἔχομεν.—τί οὖν μάχεσθε καὶ διαφέρεσθε;
Read meditationΠάντα ἐκεῖνα, ἐφ’ ἃ διὰ περιόδου εὔχῃ ἐλθεῖν, ἤδη ἔχειν δύνασαι, ἐὰν μὴ σαυτῷ φθονῇς. τοῦτο δέ ἐστιν, ἐὰν πᾶν τὸ παρελθὸν καταλίπῃς καὶ τὸ μέλλον ἐπιτρέψῃς τῇ προνοίᾳ καὶ τὸ παρὸν μόνον ἀπευθύνῃς πρὸς ὁσιότητα καὶ δικαιοσύνην.…
Read meditationὉ θεὸς πάντα τὰ ἡγεμονικὰ γυμνὰ τῶν ὑλικῶν ἀγγείων καὶ φλοιῶν καὶ καθαρμάτων ὁρᾷ· μόνῳ γὰρ τῷ ἑαυτοῦ νοερῷ μόνων ἅπτεται τῶν ἐξ ἑαυτοῦ εἰς ταῦτα ἐρρυηκότων καὶ ἀπωχετευμένων.…
Read meditationΤρία ἐστὶν ἐξ ὧν συνέστηκας· σωμάτιον, πνευμάτιον, νοῦς. τούτων τἄλλα μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν σά ἐστι, τὸ δὲ τρίτον μόνον κυρίως σόν.…
Read meditationΠολλάκις ἐθαύμασα πῶς ἑαυτὸν μὲν ἕκαστος μᾶλλον πάντων φιλεῖ, τὴν δὲ ἑαυτοῦ περὶ αὑτοῦ ὑπόληψιν ἐν ἐλάττονι λόγῳ τίθεται ἢ τὴν τῶν ἄλλων.…
Read meditationΠῶς ποτε πάντα καλῶς καὶ φιλανθρώπως διατάξαντες οἱ θεοὶ τοῦτο μόνον παρεῖδον, τὸ ἐνίους τῶν ἀνθρώπων καὶ πάνυ χρηστοὺς καὶ πλεῖστα πρὸς τὸ θεῖον ὥσπερ συμβόλαια θεμένους καὶ ἐπὶ πλεῖστον δι’ ἔργων ὁσίων καὶ ἱερουργιῶν συνήθεις τῷ θείῳ γενομένους, ἐπειδὰν ἅπαξ ἀποθάνωσι, μηκέτι αὖθις γίνεσθαι,…
Read meditation Previous passagesShow more456 / 487