Today’s meditation
Book I · 6Marcus Aurelius, Meditations, Book I, section 6. Greek original · Leopold / Perseus.Παρὰ Διογνήτου τὸ ἀκενόσπουδον· καὶ τὸ ἀπιστητικὸν τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν καὶ περὶ δαιμόνων ἀποπομπῆς καὶ τῶν τοιούτων λεγομένοις· καὶ τὸ μὴ ὀρτυγοτροφεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι· καὶ τὸ ἀνέχεσθαι παρρησίας· καὶ τὸ οἰκειωθῆναι φιλοσοφίᾳ καὶ τὸ ἀκοῦσαι πρῶτον μὲν Βακχείου, εἶτα Τανδάσιδος καὶ Μαρκιανοῦ· καὶ τὸ γράψαι διαλόγους ἐν παιδί· καὶ τὸ σκίμποδος καὶ δορᾶς ἐπιθυμῆσαι καὶ ὅσα τοιαῦτα τῆς Ἑλληνικῆς ἀγωγῆς ἐχόμενα.
Ἔθιζε καὶ ὅσα ἀπογινώσκεις. καὶ γὰρ ἡ χεὶρ ἡ ἀριστερὰ πρὸς τὰ ἄλλα διὰ τὸ ἀνέθιστον ἀργὸς οὖσα τοῦ χαλινοῦ ἐρρωμενέστερον ἢ ἡ δεξιὰ κρατεῖ· τοῦτο γὰρ εἴθισται.
Read meditationὉποῖον δεῖ καταληφθῆναι ὑπὸ τοῦ θανάτου καὶ σώματι καὶ ψυχῇ· τὴν βραχύτητα τοῦ βίου· τὴν ἀχάνειαν τοῦ ὀπίσω καὶ πρόσω αἰῶνος· τὴν ἀσθένειαν πάσης ὕλης.
Read meditationΓυμνὰ τῶν φλοιῶν θεάσασθαι τὰ αἰτιώδη· τὰς ἀναφορὰς τῶν πράξεων· τί πόνος· τί ἡδονή· τί θάνατος· τί δόξα· τίς ὁ ἑαυτῷ ἀσχολίας αἴτιος· πῶς οὐδεὶς ὑπ’ ἄλλου ἐμποδίζεται· ὅτι πάντα ὑπόληψις.
Read meditationὍμοιον δ’ εἶναι δεῖ ἐν τῇ τῶν δογμάτων χρήσει παγκρατιαστῇ, οὐχὶ μονομάχῳ· ὁ μὲν γὰρ τὸ ξίφος ᾧ χρῆται ἀποτίθεται καὶ ἀναιρεῖται· ὁ δὲ τὴν χεῖρα ἀεὶ ἔχει καὶ οὐδὲν ἄλλο ἢ συστρέψαι αὐτὴν δεῖ.
Read meditationΤοιαῦτα τὰ πράγματα ὁρᾶν, διαιροῦντα εἰς ὕλην, αἴτιον, ἀναφοράν.
Read meditationἩλίκην ἐξουσίαν ἔχει ἄνθρωπος μὴ ποιεῖν ἄλλο ἢ ὅπερ μέλλει ὁ θεὸς ἐπαινεῖν, καὶ δέχεσθαι πᾶν ὃν νέμῃ αὐτῷ ὁ θεός. [τὸ ἑξῆς τῇ φύσει.]
Read meditationΜήτε θεοῖς μεμπτέον· οὐδὲν γὰρ ἑκόντες ἢ ἄκοντες ἁμαρτάνουσι· μήτε ἀνθρώποις· οὐδὲν γὰρ οὐχὶ ἄκοντες. ὥστε οὐδενὶ μεμπτέον.
Read meditationΠῶς γελοῖος καὶ ξένος ὁ θαυμάζων ὁτιοῦν τῶν ἐν τῷ βίῳ γινομένων.
Read meditationἬτοι ἀνάγκη εἱμαρμένης καὶ ἀπαράβατος τάξις ἢ πρόνοια ἱλάσιμος ἢ φυρμὸς εἰκαιότητος ἀπροστάτητος. εἰ μὲν οὖν ἀπαράβατος ἀνάγκη, τί ἀντιτείνεις; εἰ δὲ πρόνοια ἐπιδεχομένη τὸ ἱλάσκεσθαι, ἄξιον σαυτὸν ποίησον τῆς ἐκ τοῦ θείου βοηθείας.…
Read meditationἢ τὸ μὲν τοῦ λύχνου φῶς, μέχρι σβεσθῇ, φαίνει καὶ τὴν αὐγὴν οὐκ ἀποβάλλει· ἡ δὲ ἐν σοὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ σωφροσύνη προαποσβήσεται;
Read meditationἘπὶ τοῦ φαντασίαν παρασχόντος ὅτι ἥμαρτε· τί δαὶ οἶδα εἰ τοῦτο ἁμάρτημα; εἰ δὲ καὶ ἥμαρτεν, ὅτι κατέκρινεν αὐτὸς ἑαυτόν, καὶ οὕτως ὅμοιον τοῦτο τῷ καταδρύπτειν τὴν ἑαυτοῦ ὄψιν.…
Read meditationΕἰ μὴ καθήκει, μὴ πράξῃς· εἰ μὴ ἀληθές ἐστι, μὴ εἴπῃς. ἡ γὰρ ὁρμή σου ἔστω
Read meditationεἰς τὸ πᾶν ἀεὶ ὁρᾶν, τί ἐστιν αὐτὸ ἐκεῖνο τὸ τὴν φαντασίαν σοι ποιοῦν, καὶ ἀναπτύσσειν διαιροῦντα εἰς τὸ αἴτιον, εἰς τὸ ὑλικόν, εἰς τὴν ἀναφοράν, εἰς τὸν χρόνον, ἐντὸς οὗ πεπαῦσθαι αὐτὸ δεήσει.
Read meditationΑἴσθου ποτὲ ὅτι κρεῖττόν τι καὶ δαιμονιώτερον ἔχεις ἐν σαυτῷ τῶν τὰ πάθη ποιούντων καὶ καθάπαξ τῶν νευροσπαστούντων σε. τί μου νῦν ἐστιν ἡ διάνοια; μὴ φόβος; μὴ ὑποψία; μὴ ἐπιθυμία; μὴ ἄλλο τι τοιοῦτον;
Read meditationΠρῶτον τὸ μὴ εἰκῇ μηδὲ ἄνευ ἀναφορᾶς. δεύτερον τὸ μὴ ἐπ’ ἄλλο τι ἢ ἐπὶ τὸ κοινωνικὸν τέλος τὴν ἀναγωγὴν ποιεῖσθαι.
Read meditationὍτι μετ’ οὐ πολὺ οὐδεὶς οὐδαμοῦ ἔσῃ οὐδὲ τούτων τι ἃ νῦν βλέπεις οὐδὲ τούτων τις τῶν νῦν βιούντων· ἅπαντα γὰρ μεταβάλλειν καὶ τρέπεσθαι καὶ φθείρεσθαι πέφυκεν, ἵνα ἕτερα ἐφεξῆς γίνηται.
Read meditationὍτι πάντα ὑπόληψις καὶ αὕτη ἐπὶ σοί. ἆρον οὖν ὅτε θέλεις τὴν ὑπόληψιν καὶ ὥσπερ κάμψαντι τὴν ἄκραν γαλήνη, σταθερὰ πάντα καὶ κόλπος ἀκύμων.
Read meditationΜία καὶ ἡτισοῦν ἐνέργεια κατὰ καιρὸν παυσαμένη οὐδὲν κακὸν πάσχει, καθὸ πέπαυται· οὐδὲ ὁ πράξας τὴν πρᾶξιν ταύτην κατ’ αὐτὸ τοῦτο, καθὸ πέπαυται, κακόν τι πέπονθεν.…
Read meditationΤρία ταῦτα δεῖ πρόχειρα ἔχειν· ἐπὶ μὲν ὧν ποιεῖς, εἰ μήτε εἰκῇ μήτε ἄλλως ἢ ὡς ἂν ἡ Δίκη αὐτὴ ἐνήργησεν· ἐπὶ δὲ τῶν ἔξωθεν συμβαινόντων, ὅτι ἤτοι κατ’ ἐπιτυχίαν ἢ κατὰ πρόνοιαν· οὔτε δὲ τῇ ἐπιτυχίᾳ μεμπτέον οὔτε τῇ προνοίᾳ ἐγκλητέον.…
Read meditationΒάλε ἔξω τὴν ὑπόληψιν· σέσωσαι. τίς οὖν ὁ κωλύων ἐκβάλλειν;
Read meditationὍταν δυσφορῇς ἐπί τινι, ἐπελάθου τοῦ, ὅτι πάντα κατὰ τὴν τῶν ὅλων φύσιν γίνεται, καὶ τοῦ, ὅτι τὸ ἁμαρτανόμενον ἀλλότριον, καὶ ἐπὶ τούτοις τοῦ, ὅτι πᾶν τὸ γινόμενον οὕτως ἀεὶ ἐγίνετο καὶ γενήσεται καὶ νῦν πανταχοῦ γίνεται· τοῦ, ὅση ἡ συγγένεια ἀνθρώπου πρὸς πᾶν τὸ ἀνθρώπειον γένος· οὐ γὰρ αἱματίου…
Read meditationΣυνεχῶς ἀναπολεῖν τοὺς ἐπί τινι λίαν ἀγανακτήσαντας, τοὺς ἐν μεγίσταις δόξαις ἢ συμφοραῖς ἢ ἔχθραις ἢ ὁποιαισοῦν τύχαις ἀκμάσαντας· εἶτα ἐφιστάνειν· ποῦ νῦν πάντα ἐκεῖνα; καπνὸς καὶ σποδὸς καὶ μῦθος ἢ οὐδὲ μῦθος.…
Read meditationΠρὸς τοὺς ἐπιζητοῦντας· ποῦ γὰρ ἰδὼν τοὺς θεοὺς ἢ πόθεν κατειληφὼς ὅτι εἰσὶν οὕτως σέβεις; πρῶτον μὲν καὶ ὄψει ὁρατοί εἰσιν· ἔπειτα μέντοι οὐδὲ τὴν ψυχὴν τὴν ἐμαυτοῦ ἑώρακα καὶ ὅμως τιμῶ· οὕτως οὖν καὶ τοὺς θεούς, ἐξ ὧν τῆς δυνάμεως αὐτῶν ἑκάστοτε πειρῶμαι, ἐκ τούτων ὅτι τε εἰσὶ καταλαμβάνω καὶ…
Read meditationΣωτηρία βίου ἕκαστον δι’ ὅλου αὐτὸ τί ἐστιν ὁρᾶν, τί μὲν αὐτοῦ τὸ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες· ἐξ ὅλης τῆς ψυχῆς τὰ δίκαια ποιεῖν καὶ τἀληθῆ λέγειν. τί λοιπὸν ἢ ἀπολαύειν τοῦ ζῆν συνάπτοντα ἄλλο ἐπ’ ἄλλῳ ἀγαθόν, ὥστε μηδὲ τὸ βραχύτατον διάστημα ἀπολείπειν;
Read meditation Previous passagesShow more480 / 487